Add parallel Print Page Options

30 πίστει τὰ τείχη Ἰεριχὼ [a]ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31 πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει [b]με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, [c]Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα [d]μαχαίρης, [e]ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:30 ἔπεσαν WH Treg NIV ] ἔπεσεν RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 με γὰρ WH Treg NIV ] γὰρ με RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 Σαμψών WH Treg NIV ] τε καὶ Σαμψών καὶ RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 μαχαίρης WH Treg NIV ] μαχαίρας RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 ἐδυναμώθησαν WH Treg NIV ] ἐνεδυναμώθησαν RP